Ancient Greek
37.56.2 to 37.56.5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 37.56.2-5
Not analysed yet
καὶ ἔσχεν οὕτως. καὶ γὰρ ὁ Πομπήιος ὅ τε Κράσσος ὡς ἀπʼ οἰκείας καὶ αὐτοὶ αἰτίας πρός τε ἀλλήλους, ἐπειδὴ τάχιστα ὥρμησαν, κατελύσαντο καὶ ἐκεῖνον ἐς τὴν κοινωνίαν τῶν πραγμάτων προσέλαβον. Πομπήιος μὲν γὰρ οὔτʼ αὐτὸς ὅσον ἤλπισεν ἰσχύων, καὶ τὸν Κράσσον ἐν δυνάμει ὄντα τόν τε Καίσαρα αὐξανόμενον ὁρῶν, καὶ ἔδεισε μὴ παντάπασιν ὑπʼ αὐτῶν καταλυθῇ, καὶ ἐπήλπισε, προσκοινωνήσας σφίσι τῶν παρόντων, τὴν ἀρχαίαν διʼ αὐτῶν ἐξουσίαν ἀναλήψεσθαι· Κράσσος δὲ ἠξίου τε πάντων ἀπό τε τοῦ γένους καὶ ἀπὸ τοῦ πλούτου περιεῖναι, καὶ ἐπειδὴ τοῦ τε Πομπηίου παρὰ πολὺ ἠλαττοῦτο καὶ τὸν Καίσαρα ἐπὶ μέγα ἀρθήσεσθαι ἐνόμιζεν, ἐς ἀντίπαλον αὐτοὺς ἀλλήλοις καταστῆσαι ἠθέλησεν, ὅπως μηδέτερός σφων ὑπέρσχῃ, προσδοκήσας ἐκείνους τε ἀνταγωνιστὰς ἰσοκρατεῖς ἔσεσθαι, καὶ αὐτὸς ἐν τούτῳ τήν τε ἑκατέρου φιλίαν ἐκκαρπώσεσθαι καὶ ὑπὲρ ἀμφοτέρους τιμηθήσεσθαι. ἀκριβῶς μὲν γὰρ οὔτε τὰ τοῦ πλήθους οὔτε τὰ τῆς βουλῆς ἐπολίτευεν, τῆς δὲ ἰδίας αὐτοῦ δυναστείας ἕνεκα πάντʼ ἔπραττε, καὶ διὰ τοῦθʼ ὑπήρχετό τε ἀμφοτέρους σφᾶς ὁμοίως καὶ τὴν πρὸς ἑκατέρους ἔχθραν ἐξέκλινεν, ἐπὶ τοσοῦτον ἐν τῷ μέρει κεχαρισμένα ἀμφοῖν σπουδάζων ἐφʼ ὅσον ἤμελλε τοῦ μὲν καταθυμίου παντὸς ἑκατέροις αἰτιαθήσεσθαι, τῶν δὲ δυσχερεστέρων μὴ μεταλήψεσθαι.