Ancient Greek · ~3 min
38.18.3 to 38.18.5
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.18.3-5
Not analysed yet
“λέγεις μέν τι,” ἔφη ὁ Φιλίσκος, “ἀνθρώπινον· οὐ μέντοι καὶ ἠξίουν σε, τοσαύτῃ μὲν φρονήσει κεχρημένον τοσαύτην δὲ σοφίαν ἠσκηκότα, μὴ οὐ προπαρεσκευάσθαι πρὸς πάντα τὰ ἀνθρώπινα, ἵνʼ εἴ τι καὶ παράλογόν σοι προσπέσοι, μήτι γε καὶ ἄφρακτόν σε εὕροι. ἐπεὶ δʼ οὖν ἐν τούτῳ καθέστηκας, καὶ γὰρ ἄν τι ὠφελήσαιμί σε διαλεξάμενός τι τῶν προσφόρων, ἵνʼ ὥσπερ οἱ τὰ φορτία συναιρόμενοί τισιν ἐπικουφίζουσιν αὐτούς, καὶ ἐγώ σοι τὸ πάθος τοῦτο ἐπελαφρύναιμι, τοσούτῳ ῥᾷον ἐκείνων ὅσῳ μηδὲ τὸ βραχύτατον αὐτοῦ μεταλήψομαι. οὐ γάρ που καὶ ἀπαξιώσεις παραμυθίου τινὸς παρʼ ἑτέρου τυχεῖν. εἰ μὲν γὰρ αὐτάρκης ἑαυτῷ ἦσθα, οὐδὲν ἂν ἡμῖν τῶν λόγων τούτων ἔδει· νῦν δʼ ὅμοιον πέπονθας ὥσπερ εἰ Ἱπποκράτης ἢ Δημοκήδης ἢ καὶ ἄλλος τις τῶν πάνυ ἰατρῶν νοσήματι δυσιάτῳ περιπεσὼν ἀλλοτρίας χειρὸς πρὸς τὴν ἄκεσιν αὐτοῦ προσεδεήθη. ”