Ancient Greek · ~2 min
Book 38, Chapter 19
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.19.1
Not analysed yet
“Ἀλλʼ εἴ γέ τινα,” ἔφη ὁ Κικέρων, “τοιοῦτον ἔχεις λόγον ὥστε τὴν ἀχλύν μου ταύτην ἀπὸ τῆς ψυχῆς ἀφελεῖν καὶ ἐς τὸ ἀρχαῖόν με φῶς ἐπαναγαγεῖν, ἑτοιμότατός εἰμι ἀκούειν. ὥσπερ γὰρ τῶν φαρμάκων, οὕτω δὴ καὶ τῶν λόγων καὶ διαφοραὶ πολλαὶ καὶ δυνάμεις ποικίλαι εἰσίν, ὥστʼ οὐδὲν θαυμαστὸν εἰ καὶ ἐμὲ τὸν λαμπρὸν ἔν τε τῇ γερουσίᾳ καὶ ἐν ταῖς ἐκκλησίαις τοῖς τε δικαστηρίοις σοφίᾳ τινὶ καταιονήσειας.”