Ancient Greek · ~2 min
Book 38, Chapter 20
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.20.3
Not analysed yet
παρὸν καὶ ἀπὸν καθέστηκεν, ἐπεί τοι καὶ πρότερον οὐδὲν δήπου τοῖς μὴ ἀναγκαίοις ἐχρῶ, ὥστε καὶ τότε μὴ εἶναι ὧν μὴ ἔχρῃζες ἢ καὶ νῦν εἶναι ὧν μὴ δέῃ νόμιζε. καὶ γὰρ οὐδὲ πατρῷά σοι τὰ πολλὰ αὐτῶν γέγονεν, ὥστε σε σπουδὴν ἰδιωτέραν περὶ αὐτὰ ποιεῖσθαι, ἀλλὰ ὑπό τε τῆς γλώττης καὶ ὑπὸ τῶν λόγων σου πεπόρισται, διʼ οὓς καὶ