Ancient Greek · ~3 min
38.20.1 to 38.20.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.20.1-2
Not analysed yet
ὁ οὖν Κικέρων ὑπολαβὼν ἔφη, “ἀλλʼ οὐδὲν τῶν τοιούτων ὄφελός ἐστιν, ὅταν του τὴν ψυχὴν λυπῇ τι καὶ δάκνῃ· πολλῷ γὰρ πλεῖον αἱ ἐκείνης φροντίδες ταλαιπωροῦσί τινα ἢ αἱ τοῦ σώματος εὐπάθειαι τέρπουσιν. ὥσπερ καὶ ἐγὼ νῦν οὐδὲν οὔτε τῆς τοῦ σώματος ὑγιείας προτιμῶ, νοσῶν γε τὴν γνώμην, οὔτε τῆς τῶν ἐπιτηδείων εὐπορίας· πολλῶν γὰρ ἀπεστέρημαι.” καὶ ὅς, “καὶ τοῦτό σε,” ἔφη, “λυπεῖ; εἰ μὲν γὰρ ἐνδεήσεσθαι τῶν ἀναγκαίων ἔμελλες, λόγον ἄν τινα εἶχεν ἄχθεσθαί σε τοῖς ἀπολωλόσιν· εἰ δὲ ἔκπλεα σοι πάντα τὰ ἐπιτήδεια ὑπάρχει, τί ἀνιᾷ ὅτι μὴ καὶ πλείω κέκτησαι; πᾶν γὰρ τὸ ὑπὲρ τὴν χρείαν τινὶ ὂν περιττόν ἐστι, καὶ ἐν τῷ ἴσῳ καὶ