Ancient Greek · ~5 min
Book 38, Chapter 22
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.22
Not analysed yet
ὁρῶ τοίνυν ἔγωγε πρῶτον μὲν φρονιμώτατόν σε ἀνθρώπων ὄντα· τεκμήριον δὲ ὅτι πλεῖστα μὲν καὶ τὴν βουλὴν καὶ τὸν δῆμον, ἐν οἷς συνεβούλευσάς τι αὐτοῖς, ἔπεισας, πλεῖστα δὲ καὶ τοὺς ἰδιώτας, ἐν οἷς συνηγόρησάς σφισιν, ὠφέλησας· ἔπειτα δὲ καὶ δικαιότατον· πανταχοῦ γοῦν ὑπέρ τε τῆς πατρίδος καὶ τῶν φίλων ἀνταγωνιζόμενος τοῖς ἐπιβουλεύουσιν αὐτοῖς ἐξήτασαι· καὶ αὐτά γε ταῦτα ἃ νῦν πέπονθας, οὐ διʼ ἄλλο τι συμβέβηκέ σοι ἢ ὅτι πάνθʼ ὑπὲρ τῶν νόμων καὶ τῆς πολιτείας καὶ λέγων καὶ πράττων διετέλεις. καὶ μὴν ὅτι καὶ σωφροσύνης ἐς τὰ πρῶτα ἀνήκεις, αὐτὸ τὸ ἐπιτήδευμά σου δηλοῖ· οὐ γὰρ οἷόν τʼ ἐστὶ δουλεύοντά τινα ταῖς τοῦ σώματος ἡδοναῖς ἐν μέσῳ τε ἀεὶ φαίνεσθαι καὶ ἐν τῇ ἀγορᾷ ἀναστρέφεσθαι, μαρτύρια τὰ ἡμερινὰ ἔργα τῶν νυκτερινῶν ποιούμενον. οὕτω δὲ δὴ τούτων ἐχόντων ἐγὼ μέν σε καὶ ἀνδρειότατον ᾤμην εἶναι, τοσαύτῃ μὲν ῥώμῃ διανοίας τοσαύτῃ δὲ καὶ ἰσχύι λόγων χρώμενον· σὺ δέ, ὡς ἔοικας, αὐτὸς ἑαυτοῦ ἐκπλαγεὶς ὅτι παρά τε τὴν ἐλπίδα καὶ παρὰ τὴν ἀξίαν ἔπταισας, παρῄρησαί τι τοῦ σφόδρα ἀνδρείου. ἀλλὰ τοῦτο μὲν εὐθὺς ἀπολήψῃ· τοιούτων δὲ τῶν κατὰ σὲ ὄντων, καὶ εὖ μὲν ἥκοντος τοῦ σώματος εὖ δὲ καὶ τῆς ψυχῆς, οὐχ ὁρῶ τί τὸ λυποῦν ἐστί σε.”