Ancient Greek · ~2 min
38.23.1 to 38.23.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.23.1-2
Not analysed yet
ταῦτα αὐτοῦ εἰπόντος ὁ Κικέρων ἔφη “οὐ δοκεῖ οὖν σοι μέγα κακὸν εἶναι ἀτιμία καὶ φυγή, καὶ τὸ μήτʼ οἴκοι διατρίβειν μήτε μετὰ τῶν φίλων εἶναι, ἀλλὰ ἐκ τῆς πατρίδος μεθʼ ὕβρεως ἐκπεπτωκότα ζῆν ἐν ἀλλοτρίᾳ γῇ καὶ ἀλᾶσθαι, φυγάδα προσαγορευόμενον, καὶ γέλωτα μὲν τοῖς ἐχθροῖς αἶσχος δὲ τοῖς οἰκείοις παρέχοντα;” “οὐδαμῇ ἔμοιγε” εἶπεν ὁ Φιλίσκος. “δύο γὰρ τούτων ὄντων ἐξ ὧν συνεστήκαμεν, ψυχῆς τε καὶ σώματος, καὶ ῥητῶν ἑκατέρῳ παρʼ αὐτῆς τῆς φύσεως καὶ ἀγαθῶν καὶ κακῶν δεδομένων, εἰ μέν τι περὶ ταῦθʼ ἁμαρτάνοιτο, καὶ βλαβερὸν ἂν εἰκότως καὶ αἰσχρὸν νομίζοιτο, εἰ δʼ ὀρθῶς ἔχοι,