Ancient Greek · ~4 min
Book 38, Chapter 27
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.27
Not analysed yet
καὶ σὺ οὖν ταῦτα λογιζόμενος μήτε τοῖς παροῦσιν ἄχθου, μήτʼ, ἂν τοὺς ἐκβαλόντας σε εὐτυχοῦντας πυνθάνῃ, λυποῦ. κουφαὶ μὲν γὰρ καὶ ἐφήμεροι καὶ ἄλλως αἱ τῶν ἀνθρώπων εὐπραγίαι εἰσί, καὶ ὅσῳ ἂν μᾶλλόν τις ἀπʼ αὐτῶν ἐπαύξῃ, ῥᾷον ὥσπερ πνεῦμα πίπτει, μάλιστα δὲ ἐν ταῖς στάσεσιν. ἅτε γὰρ ἐν τεταραγμένοις καὶ ἀκαταστάτοις πράγμασι φερόμενοι μικρόν, μᾶλλον δὲ οὐδέν, τῶν χειμαζομένων διαφέρουσιν, ἀλλʼ ἄνω τε καὶ κάτω, τοτὲ μὲν δεῦρο τοτὲ δὲ ἐκεῖσε, ᾅττουσι· κἂν ἄρα τι καὶ τὸ βραχύτατον σφαλῶσι, παντελῶς βαπτίζονται. καὶ ἵνα γε μήτε τὸν Δροῦσον μήτε τὸν Σκιπίωνα μήτε τοὺς Γράκχους ἢ καὶ ἄλλους τινὰς εἴπω, μέμνησο μὲν ὅπως ὁ Κάμιλλος ὁ φυγὰς ἄμεινον τοῦ Καπιτωλίνου μετὰ ταῦτα ἀπήλλαξε, μέμνησο δὲ ὅσον Ἀριστείδης τοῦ Θεμιστοκλέους ὕστερον διήνεγκεν. ὥστε καὶ σὺ μάλιστα μὲν ἔλπιζε καὶ καταχθήσεσθαι (οὔτε γὰρ ἐξ ἀδικίας ἐξελήλασαι, καὶ ἐπιζητήσουσι μέν σε, ὡς πυνθάνομαι, καὶ αὐτοὶ οἱ ἐκβεβληκότες, ποθήσουσι δὲ πάντεσʼ· ἂν δὲ δὴ καὶ ἐν τοῖς παροῦσιν ἐμμείνῃς, μήτι γε καὶ