Ancient Greek · ~7 min
Book 38, Chapter 26
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.26
Not analysed yet
καίτοι ἔγωγε ἀκούω τοῦθʼ, ὅτι οὐκ ἄκων οὐδʼ ἁλοὺς μετέστης, ἀλλʼ ἐθελοντὴς ἐμίσησας τὸν μετʼ αὐτῶν βίον, ἅτε μήτε βελτίους σφᾶς ποιῆσαι δυνάμενος μήτε συναπολέσθαι σφίσιν ὑπομένων, καὶ ἔφυγες οὐ τὴν πατρίδα ἀλλὰ τοὺς ἐπιβουλεύοντας αὐτῇ. ὥστʼ ἐκεῖνοι μὲν καὶ ἄτιμοι καὶ ἐξόριστοι εἶεν ἄν, πάντα τἀγαθὰ ἐκ τῶν ψυχῶν ἐκβεβληκότες, σὺ δὲ ἐπίτιμος καὶ εὐδαίμων, μήτʼ ἀτόπως τινὶ δουλεύων καὶ πάντα τὰ προσήκοντα ἔχων, ἄν τε ἐν Σικελίᾳ ἄν τε ἐν Μακεδονίᾳ ἄν τε καὶ ἄλλοθί που τῆς οἰκουμένης ζῆν ἐθελήσῃς. οὐ γὰρ δήπου τὰ χωρία οὔτε εὐτυχίαν οὔτε κακοδαιμονίαν τινὰ δίδωσιν, ἀλλὰ καὶ αὐτὸς ἕκαστος αὑτῷ καὶ πατρίδα καὶ εὐδαιμονίαν ἀεὶ καὶ πανταχοῦ ποιεῖ. καὶ ταῦθʼ ὁ Κάμιλλος ἐννοήσας ἡδέως ἐν Ἀρδέᾳ κατῴκησε, ταῦθʼ ὁ Σκιπίων λογισάμενος ἀλύπως ἐν Λιτέρνῳ κατεβίω. τί γὰρ δεῖ τὸν Ἀριστείδην, τί δὲ τὸν Θεμιστοκλέα λέγειν, οὓς ἐνδοξοτέρους ἡ φυγὴ ἐποίησεν, τί τὸν Ἀννι τί τὸν Σόλωνα, ὃς ἑκὼν ἔτη δέκα ἀπεξενώθη; μὴ οὖν μηδὲ σὺ μήτε χαλεπόν τι τῶν τοιούτων, ἃ μήτε τῇ τοῦ σώματος μήτε τῇ τῆς ψυχῆς ἡμῶν φύσει προσήκει, νόμιζε εἶναι, μήτʼ ἀγανάκτει τοῖς προσπεπτωκόσιν. οὐδὲ γὰρ οὐδʼ αἵρεσίς τις ἔστιν ἡμῖν τοῦ ζῆν ὅπως ἂν ἐθελήσωμεν, ὥσπερ εἶπον, ἀλλὰ ἀνάγκη πᾶσα ὑπομένειν ἡμᾶς τὰ δοκοῦντα τῷ δαιμονίῳ. τοῦτο δὲ ἂν μὲν ἐθελονταὶ ποιῶμεν, οὐ λυπησόμεθα, ἂν δὲ ἀκόντως, οὔτε ἐκφευξόμεθά τι τῶν πεπρωμένων, καὶ τὸ μέγιστον τῶν κακῶν προσεπικτησόμεθα, τὸ μάτην ἀνιᾶσθαι. τεκμήριον δὲ ὅτι οἱ μὲν καὶ τὰ ἀτοπώτατα εὐκόλως φέροντες ἐν οὐδενὶ δεινῷ καθεστηκέναι νομίζουσιν, οἱ δὲ καὶ τοῖς ἐλαφροτάτοις βαρυνόμενοι πάντα τὰ ἐξ ἀνθρώπων κακὰ ἔχειν ὑποπτεύουσι· καὶ ἕτεροι, οἱ μὲν καὶ τὰ ἀμείνω κακῶς οἱ δὲ καὶ τὰ χείρω καλῶς μεταχειριζόμενοι, τοιαῦτα καὶ τοῖς ἄλλοις ἑκάτερα δοκεῖν εἶναι ποιοῦσιν οἷα αὑτοῖς εἶναι παρασκευάζουσι.