Ancient Greek · ~4 min
Book 38, Chapter 3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.3
Not analysed yet
ἄλλως ἐγίγνοντο· ὁ δὲ δὴ Κάτων ὁ Μᾶρκος (ἦν δὲ ἄλλως μὲν ἐπιεικὴς καὶ οὐδενὶ νεοχμῷ ἀρεσκόμενος, οὐ μὴν καὶ ῥώμην τινὰ οὔτε ἐκ φύσεως οὔτε ἐκ παιδείας ἔχωνʼ τοῖς μὲν γεγραμμένοις οὐδὲν οὐδʼ αὐτὸς ἐπεκάλει, τὸ δʼ ὅλον ἠξίου τῇ τε παρούσῃ σφᾶς καταστάσει χρῆσθαι καὶ μηδὲν ἔξω αὐτῆς ποιεῖν. καὶ ἐμέλλησε μὲν ἐπὶ τούτοις ὁ Καῖσαρ ἐς τὸ δεσμωτήριον τὸν Κάτωνα ἐξ αὐτοῦ τοῦ συνεδρίου ἐξελκύσας ἐμβαλεῖν· ἐπεὶ δὲ ἐκεῖνός τε ἑτοιμότατα ἑαυτὸν ἀπάγεσθαι ἐπέδωκε, καὶ τῶν ἄλλων οὐκ ὀλίγοι οἱ ἐφέσποντο, καί τις αὐτῶν Μᾶρκος Πετρέιος ἐπιτιμηθεὶς ὑπʼ αὐτοῦ ὅτι μηδέπω διαφειμένης τῆς βουλῆς ἀπαλλάττοιτο, ἔφη ὅτι μετὰ Κάτωνος ἐν τῷ οἰκήματι μᾶλλον ἢ μετὰ σοῦ ἐνταῦθα εἶναι βούλομαι, κατῃδέσθη, καὶ τόν τε Κάτωνα ἀφῆκε καὶ τὴν γερουσίαν ἀπήλλαξε, τοσοῦτον μόνον ὑπειπὼν ὅτι ἐγὼ μὲν ὑμᾶς καὶ δικαστὰς τοῦ νόμου καὶ κυρίους ἐποιησάμην, ὅπως, εἴ τι μὴ ἀρέσειεν ὑμᾶς, μηδʼ ἐς τὸν δῆμον ἐσενεχθείη· ἐπεὶ δʼ οὐκ ἐθέλετε προβουλεῦσαι, ἐκεῖνος αὐτὸς αἱρήσεται.