Ancient Greek · ~1 min
38.4.1 to 38.4.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.4.1-2
Not analysed yet
κἀκ τούτου οὐδʼ ἄλλο τι τῇ γερουσίᾳ ἐν τῇ ἀρχῇ ταύτῃ ἐπεκοινώνησεν, ἀλλʼ ἐς τὸν δῆμον ἄντικρυς πάνθʼ ὅσα ἐβούλετο ἐσέφερεν. ἐθελήσας δʼ οὖν καὶ ὣς ὁμογνώμονας τῶν πρώτων τινὰς ἐν τῇ ἐκκλησίᾳ λαβεῖν (καὶ γὰρ ἤλπιζε μετεγνωκέναι τε αὐτοὺς καί πῃ καὶ τὸ πλῆθος φοβηθήσεσθαι) ἤρξατο ἀπὸ τοῦ συνάρχοντος, καὶ ἐπύθετο αὐτοῦ