Ancient Greek · ~1 min
Book 38, Chapter 38
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.38.1
Not analysed yet
τοὺς ἐπελθόντας σφίσιν ἀπεώσαντο, καὶ αὐτοὺς καὶ οἱ μετὰ ταῦτα Ῥωμαῖοι οἵ τε πατέρες ἡμῶν ζηλώσαντες οὐκ ἠρκέσθησαν τοῖς παροῦσιν, οὐδʼ ἠγάπησαν οἷς παρέλαβον, ἀλλʼ ὄλεθρον μὲν αὑτῶν σαφῆ τὴν ῥᾳστώνην, σωτηρίαν δὲ ἀκριβῆ τὴν ταλαιπωρίαν νομίσαντες εἶναι, καὶ φοβηθέντες μὲν μὴ μείναντα αὐτὰ ἐφʼ ἑαυτῶν κατατριφθείη καὶ καταγηράσειεν, αἰσχυνθέντες δὲ εἰ τοσαῦτα παραδεξάμενοι μηδὲν ἐπικτήσαιντο,