Ancient Greek · ~2 min
Book 38, Chapter 38
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.38.2
Not analysed yet
πολλῷ πλείω καὶ μείζω προσκατειργάσαντο. τί γὰρ ἄν τις καθʼ ἕκαστον λέγοι τὴν Σαρδώ, τὴν Σικελίαν, τοὺς Μακεδόνας, τοὺς Ἰλλυριούς, τὴν Ἑλλάδα, τὴν Ἀσίαν τὴν περὶ τὴν Ἰωνίαν, Βιθυνούς, Ἴβηρας, Ἄφρους; καίτοι συχνὰ μὲν ἂν χρήματα ἔδοσαν αὐτοῖς Καρχηδόνιοι ὥστε μὴ ἐκεῖσε ἐκπλεῦσαι, συχνὰ δὲ Φίλιππος καὶ Περσεὺς ὥστε μὴ ἐπʼ αὐτοὺς στρατεῦσαι, πολλὰ Ἀντίοχος, πολλὰ οἱ παῖδες αὐτοῦ καὶ ἔγγονοι