Ancient Greek · ~2 min
Book 38, Chapter 42
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.42.5
Not analysed yet
κατʼ αὐτῶν ἐκ τοῦ συνειδότος σφῶν ἔχουσιν· εἴτʼ αὖ μηδενὸς τοιούτου ὑπόντος ὑπερεόρακέ τε ἡμᾶς καὶ λόγοις ὑπερηφάνοις ὕβρικε, τί χρὴ τοῦτον, ἐπειδὰν ἔργου τινὸς ἐπιλάβηται, προσδοκῆσαι πράξειν; ὁ γὰρ ἐν οἷς μηδὲν κερδανεῖν ἔμελλε τοσαύτῃ ὑπεροψίᾳ κεχρημένος πῶς οὐ πόρρωθεν ἐξελήλεγκται μηδὲν δίκαιον μήτε φρονῶν μήτε πράσσων; οὐ τοίνυν ἀπέχρησεν αὐτῷ τοῦτο, ἀλλὰ καὶ ἐμὲ ἐλθεῖν πρὸς αὑτὸν ἐκέλευσεν, εἴπερ τι αὐτοῦ