Ancient Greek · ~4 min
Book 38, Chapter 43
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.43
Not analysed yet
δεοίμην. καὶ μή μοι μικρὰν τὴν προσθήκην ταύτην εἶναι νομίσητε· μεγάλη γάρ ἐστιν ἐπίδειξις τῆς διανοίας αὐτοῦ. τὸ μὲν γὰρ αὐτὸν μὴ ἐθελῆσαι πρὸς ἡμᾶς ἀφικέσθαι τάχʼ ἄν τις καὶ ὄκνῳ καὶ ἀρρωστίᾳ καὶ φόβῳ, ἀπολογούμενος ὑπὲρ αὐτοῦ, ἀνέθηκε· τὸ δὲ δὴ καὶ ἐμὲ μεταπέμψασθαι οὔτε σκῆψιν οὐδεμίαν ἐνδέχεται, καὶ προσεξελέγχει καὶ ἐκεῖνο αὐτὸν οὐ κατʼ ἄλλο τι πεποιηκότα ἢ ὅτι οὔθʼ ὑπακούειν ἐς οὐδὲν ἡμῖν καὶ προσέτι καὶ προσαντεπιτάττειν πάντα παρεσκεύασται. καίτοι καὶ αὐτὸ τοῦτο πόσης ὕβρεως καὶ πόσου προπηλακισμοῦ μεστόν ἐστιν; μεταπέμπεταί τινα ὁ ἀνθύπατος ὁ Ῥωμαίων, καὶ ἐκεῖνος οὐκ ἔρχεται· μεταπέμπεταί τις τὸν ἀνθύπατον τὸν Ῥωμαίων Ἀλλόβριξ ὤν. μὴ γὰρ ὅτι ἐμοῦ τοῦ Καίσαρος οὐκ ἐπείσθη, μηδʼ ὅτι ἐμὲ τὸν Καίσαρα ἐκάλεσε, σμικρόν τι τοῦτο καὶ φαῦλον εἶναι νομίσητε. οὔτε γὰρ ἐγὼ αὐτὸν μετεπεμψάμην, ἀλλʼ ὁ Ῥωμαῖος, ὁ ἀνθύπατος, αἱ ῥάβδοι, τὸ ἀξίωμα, τὰ στρατόπεδα, οὔτε ἐγὼ μετεπέμφθην ὑπʼ αὐτοῦ, ἀλλὰ ταῦτα πάντα. ἰδίᾳ μὲν γὰρ ἐμοὶ πρὸς αὐτὸν οὐδέν ἐστι συμβόλαιον· κοινῇ δὲ δὴ πάντες καὶ εἴπομέν τι καὶ ἐποιήσαμεν καὶ ἀντηκούσαμεν καὶ ἀντεπάθομεν.