Ancient Greek · ~5 min
Book 38, Chapter 44
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.44
Not analysed yet
Ὥσθʼ ὅσῳ τις ἂν αὐτὸν ἔν τε τοῖς φίλοις καὶ ἐν τοῖς συμμάχοις ἡμῶν ἀναγεγράφθαι φήσῃ, τοσούτῳ μᾶλλον ἀξιομίσητον ὄντα ἀποδείξει. διὰ τί; ὅτι οἷα μηδὲ τῶν ἐχθίστων τις ὁμολογούντων ἡμῖν εἶναι ἐτόλμησέ ποτε ποιῆσαι, ταῦτʼ ἐκεῖνος ἔν τε τοῖς τῆς φιλίας καὶ ἐν τοῖς τῆς συμμαχίας ὀνόμασιν ἐξείργασται, καθάπερ ἐπʼ αὐτὸ τοῦτο πεποιημένος αὐτάς, ἵνʼ ἡμᾶς ἀδικεῖν ἀδεῶς ἔχῃ. ἀλλʼ οὔτε τότε ἐπὶ τῷ προπηλακίζεσθαι καὶ ἐπιβουλεύεσθαι ἐσπεισάμεθα αὐτῷ, οὔτε νῦν αὐτοὶ τὰς σπονδὰς λύσομεν· ἡμεῖς μὲν γὰρ ὡς πρὸς φίλον καὶ σύμμαχον ἔτʼ αὐτὸν ὄντα ἐπρεσβευσάμεθα, ὁ δʼ ὁρᾶτε ὅπως ἡμῖν κέχρηται· ὥσπερ οὖν. ἡνίκα εὐεργετεῖν τε ἡμᾶς ἐβούλετο κἀντʼ εὖ πάσχειν ἠξίου, δικαίως ἐκείνων ἐτύγχανεν, οὕτω καὶ νῦν, ἐπειδὴ τἀναντία αὐτῶν πάντα ποιεῖ, δικαιότατα ἂν ἐν ἐχθροῦ μέρει νομισθείη. καὶ μὴ θαυμάσητε εἰ αὐτὸς ἐγὼ πρότερόν ποτε καὶ ἐν τῇ βουλῇ καὶ ἐν τῷ δήμῳ χρηματίσας τινὰ ὑπὲρ αὐτοῦ, εἶτα ταυτὶ νυνὶ λέγω. ἐγὼ μὲν γὰρ καὶ τότε καὶ νῦν τὴν αὐτὴν γνώμην ἔχω καὶ οὐ μεταβάλλομαι. τίς δέ ἐστιν αὕτη; τοὺς μὲν ἀγαθοὺς καὶ πιστοὺς καὶ τιμᾶν καὶ ἀμείβεσθαι, τοὺς δὲ κακοὺς καὶ ἀπίστους καὶ ἀτιμάζειν καὶ ἀμύνεσθαι. ἐκεῖνος δέ ἐστιν ὁ μεταβαλλόμενος, ὁ μήτε καλῶς μήτε δεόντως τοῖς δοθεῖσιν αὐτῷ παρʼ ἡμῶν χρώμενος.