Ancient Greek · ~5 min
Book 38, Chapter 8
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.8
Not analysed yet
παραλείψω· Κύιντος δὲ δὴ Φούφιος Καλῆνος ἀναμὶξ πάντων τὰς ψήφους ἔν γε ταῖς φιλονεικίαις (τά τε κρείττω πρὸς σφᾶς ὡς ἑκάστου τῶν γενῶν ἄγοντος καὶ τὰ ἀτοπώτερα ἐς ἑτέρους ἀπωθοῦντοσʼ οὔσας εὑρών, ἐνομοθέτησε στρατηγῶν χωρὶς αὐτοὺς ὡς ἑκάστους ψηφίζεσθαι, ἵνʼ εἰ μὴ καὶ κατʼ ἄνδρα, τῷ κρύφα σφᾶς τοῦτο ποιεῖν, ἀλλὰ τά γε ἔθνη αὐτῶν ἔκδηλα ὅπως φρονοίη γίγνοιτο. τὰ μὲν οὖν ἄλλα αὐτὸς ὁ Καῖσαρ καὶ ἐσηγεῖτο καὶ συνεβούλευε καὶ διέταττε πάντα καθάπαξ τἀν τῇ πόλει, ὡς καὶ μόνος αὐτῆς ἄρχων· ὅθενπερ χαριεντιζόμενοί τινες τὸ μὲν τοῦ Βιβούλου ὄνομα παντάπασιν ἀπεσιώπων, τὸν δὲ δὴ Καίσαρα δὶς καὶ ὠνόμαζον καὶ ἔγραφον, Γάιόν τε Καίσαρα καὶ Ἰούλιον Καίσαρα ὑπατεύειν λέγοντες· τὰ δὲ δὴ καθʼ ἑαυτὸν διʼ ἑτέρων διῆγε. τοῦτο γὰρ δὴ καὶ πάνυ ἰσχυρῶς ἐφυλάξατο, μηδὲν αὐτὸς ἑαυτῷ δοῦναι· καὶ διὰ τοῦτο καὶ ῥᾷον πάνθʼ ὅσων ἐπεθύμει κατειργάσατο. αὐτὸς μὲν γὰρ οὐδενὸς προσδεῖσθαι ἔλεγεν, ἀλλὰ καὶ σφόδρα τοῖς παροῦσιν ἀρκεῖσθαι ἐσκήπτετο· ἕτεροι δέ, ὡς καὶ ἀναγκαίου καὶ χρησίμου τοῖς πράγμασιν αὐτοῦ ὄντος, καὶ ἐσηγήσαντο ὅσα ἠθέλησε καὶ κυρωθῆναι ἐποίησαν, οὐκ ἐν τῷ πλήθει μόνον ἀλλὰ καὶ ἐν αὐτῇ τῇ γερουσίᾳ. ὅ τε γὰρ ὅμιλος τοῦ τε Ἰλλυρικοῦ καὶ τῆς Γαλατίας τῆς ἐντὸς τῶν Ἄλπεων ἄρξαι αὐτῷ μετὰ τριῶν στρατοπέδων ἐπὶ ἔτη πέντε ἔδωκε, καὶ ἡ βουλὴ τήν τε Γαλατίαν τὴν ἐπέκεινα τῶν ὀρῶν καὶ στρατόπεδον ἕτερον προσεπέτρεψε.