Ancient Greek · ~4 min
Book 38, Chapter 9
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.9
Not analysed yet
φοβηθεὶς δʼ οὖν καὶ ὣς μή τι ὁ Πομπήιος ἐν τῇ ἀπουσίᾳ αὐτοῦ, ἐπειδὴ ὁ Γαβίνιος ὁ Αὖλος ὑπατεύσειν ἔμελλε, νεωτερίσῃ, ἐκεῖνόν τε ἅμα καὶ τὸν ἕτερον ὕπατον Λούκιον Πίσωνα συγγενείας ἀνάγκῃ προσηταιρίσατο· τῷ μὲν γὰρ Πομπηίῳ τὴν θυγατέρα καίπερ ἄλλῳ τινὶ ἠγγυηκὼς συνῴκισε, καὶ αὐτὸς τὴν τοῦ Πίσωνος ἔγημε. καὶ ὁ μὲν οὕτω πανταχόθεν ἐκρατύνθη, Κικέρων δὲ καὶ Λούκουλλος οὐκ ἀρεσκόμενοι τούτοις ἀποκτεῖναι τόν τε Καίσαρα καὶ τὸν Πομπήιον διὰ Λουκίου τινὸς Οὐεττίου ἐπεχείρησαν μέν, οὐκ ἠδυνήθησαν δέ, ἀλλʼ ὀλίγου καὶ αὐτοὶ προσαπώλοντο. προμηνυθεὶς γὰρ ἐκεῖνος καὶ συλληφθεὶς πρίν τι δρᾶσαι, κατεῖπεν αὐτῶν· καὶ εἴγε μὴ καὶ τὸν Βίβουλον ὡς καὶ συνεπιβουλεύοντά σφισιν ἐσηγγέλκει, πάντως ἄν τι δεινὸν ἐπεπόνθεσαν· νῦν δέ, ὅτι τοῦτον τῷ Πομπηίῳ τὸ πραττόμενον δηλώσαντα ἀμυνόμενος ᾐτιᾶτο, ὑπωπτεύθη μηδὲ ἐπὶ τῶν λοιπῶν ἀληθεύειν, ἀλλʼ ἐκ κατασκευασμοῦ τινος πρὸς συκοφαντίαν τῶν ἀντιστασιωτῶν σφων παρεσκευάσθαι. καὶ περὶ μὲν τούτων ἄλλοι ἄλλα διεθρύλουν· οὐ γάρ που καὶ διηλέγχθη τι, ἀλλὰ ἐς τὸ πλῆθος ὁ Οὐέττιος ἐσαχθείς, καὶ μόνους οὓς εἶπον ὀνομάσας, ἔς τε τὸ οἴκημα ἐσέπεσε, κἀνταῦθα οὐ πολλῷ ὕστερον ἐδολοφονήθη·