Ancient Greek · ~2 min
Book 39, Chapter 26
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.26.1
Not analysed yet
ὑπὸ τῶν ἐλπίδων. διʼ οὖν ταῦτα δυσχεραίνων, καὶ μήτε τι διὰ τῶν ὑπάτων διαπράξασθαι δυνηθεὶς καὶ τὸν Καίσαρα μείζω τῆς πρὸς ἑαυτὸν πίστεως γιγνόμενον ὁρῶν, οὐκ ἐν ἐλαφρῷ τὸ πρᾶγμα ἐποιήσατο. καὶ γὰρ ἐνόμιζε δύο τε εἶναι τὰ τὰς φιλίας τινῶν συγχέοντα, τό τε δέος καὶ τὸν φθόνον, καὶ ταῦτα ἀπʼ ἀντιπάλου καὶ τῆς δόξης καὶ τῆς ἰσχύος μόνως μὴ συμβαίνειν·