Ancient Greek · ~2 min
39.26.2 to 39.26.3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.26.2-3
Not analysed yet
ἕως μὲν γὰρ ἂν ἰσομοιρῶσί τινες αὐτῶν, καὶ ἐκείνας ἐρρῶσθαι, ἐπειδὰν δʼ ὑπεράρωσί τι οἱ ἕτεροι, ἐνταῦθα τό τε ἐλαττούμενον φθονῆσαν μισεῖν τὸν κρείττονα καὶ τὸ κρατοῦν καταφρονῆσαν ἐξυβρίζειν ἐς τὸν χείρονα, καὶ οὕτως ἀπʼ ἀμφοτέρων τὸν μὲν τῇ ἐλαττώσει ἀγανακτοῦντα τὸν δὲ τῇ πλεονεξίᾳ ἐπαιρόμενον, πρός τε διαφορὰς καὶ πρὸς πολέμους ἐκ τῆς πρὶν φιλίας ἀφικνεῖσθαι. τοιούτοις οὖν δή τισι λογισμοῖς ὁ Πομπήιος ἐπὶ τὸν Καίσαρα ὡπλίζετο. καὶ ἐδόκει γὰρ οὐκ ἂν ῥᾳδίως μόνος αὐτὸν καταλῦσαι, τὸν Κράσσον, ὡς καὶ μετʼ αὐτοῦ τοῦτο ποιήσων, ἔτι καὶ μᾶλλον ἀνηρτήσατο.