Ancient Greek · ~2 min
Book 39, Chapter 27
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.27.3
Not analysed yet
ἐπειδή τε ἔξω τῶν χρόνων τῶν ἐν τοῖς νόμοις διειρημένων ἐπήγγειλαν αὐτήν, καὶ δῆλοι ἦσαν ἄλλοι τε καὶ αὐτοὶ οἱ ὕπατοι (καὶ γάρ τι καὶ ῥώμης ὁ Μαρκελλῖνος εἶχενʼ οὐκ ἐπιτρέψοντές σφισιν ἀποδειχθῆναι, διεπράσσοντο τὰς ἀρχαιρεσίας ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ μὴ γενέσθαι, ἄλλους τε καὶ τὸν Κάτωνα τὸν Γάιον ἐνιέντες, ἵνα μεσοβασιλέως αἱρεθέντος καὶ αἰτήσωσι κατὰ τοὺς νόμους τὴν ἀρχὴν καὶ λάβωσι.