Ancient Greek · ~2 min
39.27.1 to 39.27.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.27.1-2
Not analysed yet
συμφρονήσαντες οὖν ἄλλως μὲν οὐδὲν ἰδιωτεύοντες πράξειν ἤλπισαν, ἂν δʼ ὑπατεύσωσι κἀκ τούτου καὶ αὐτοὶ τὰ πράγματα τῇ ἐκείνου ζηλώσει διαλάβωσι, καὶ ἀντίρροποί οἱ ἔσεσθαι καὶ ταχὺ αὐτοῦ, ἅτε καὶ δύο ἑνός, περιγενήσεσθαι προσεδόκησαν. καὶ οὕτω πᾶσαν τὴν προσποίησιν ἀφʼ ἧς, εἰ καί τις τῶν ἑταίρων σφῶν ἐπὶ τὴν ἀρχὴν αὐτοὺς προῆγεν, ἀπηρνοῦντο μηκέτι βούλεσθαι ὑπατεῦσαι, ἀποθέμενοι, ἄντικρυς αὐτῆς, καίπερ ἑτέροις τισὶ πρότερον συναγωνιζόμενοι, μετεποιήσαντο.