Ancient Greek · ~3 min
Book 39, Chapter 29
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.29
Not analysed yet
ἀφεῖναι· Κλώδιος δὲ ἐν τούτῳ μεταπηδήσας αὖθις πρὸς τὸν Πομπήιον, καὶ τὰ ἐκείνου πάλιν ἀνθελόμενος ἐλπίδι τοῦ, εἴ τί οἱ τῶν τότε πραττομένων συγκατεργάσαιτο, πάνυ αὐτὸν ἰδιώσεσθαι, παρῆλθέ τε ἐς τὸν ὅμιλον ἐν τῇ καθηκούσῃ στολῇ, μηδὲν αὐτῆς πρὸς τὸ δόγμα μεταλλάξας, καὶ κατά τε τοῦ Μαρκελλίνου καὶ κατὰ τῶν ἄλλων ἐδημηγόρει. πολλῆς οὖν καὶ ἐπὶ τούτῳ ἀγανακτήσεως ὑπὸ τῶν βουλευτῶν γενομένης τὸ μὲν πλῆθος μεταξὺ λέγων ἐγκατέλιπε, πρὸς δὲ δὴ τὸ συνέδριον ᾅξας ὀλίγου διεφθάρη· τῆς γὰρ γερουσίας ἀπαντησάσης αὐτῷ εἴσω τε ἐσελθεῖν ἐκωλύθη, κἀν τούτῳ ὑπὸ ἱππέων περιστοιχισθεὶς διεσπάσθη ἄν, εἰ μὴ ἀνακραγόντος αὐτοῦ καὶ τὸν ὅμιλον ἐπιβοησαμένου προσέδραμον πολλοὶ πῦρ φέροντες, ὡς καὶ μετὰ τοῦ βουλευτηρίου σφᾶς καταπρήσοντες εἴ τι αὐτὸν ἐξεργάσαιντο. καὶ ὁ μὲν παρὰ τοσοῦτον ἐλθὼν ἀπολέσθαι