Ancient Greek · ~4 min
39.30.1 to 39.30.3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.30.1-3
Not analysed yet
οὕτως ἐσώθη· Πομπήιος δὲ οὐδὲν τούτοις ἐκπλαγεὶς ἔς τε τὸ συνέδριόν ποτε ἐσεπήδησεν, ὑπεναντιούμενος αὐτῷ ψηφιεῖσθαι μέλλοντι, καὶ ἐκεῖνό τε κυρωθῆναι ἐκώλυσε, καὶ τοῦ Μαρκελλ- λίνου μετὰ τοῦτο πυθομένου δημοσίᾳ αὐτοῦ εἰ ὄντως ἐπιθυμεῖ ὑπατεῦσαι, ἐλπίδι τοῦ κατοκνήσειν αὐτὸν σπουδαρχεῖν ὁμολογῆσαι, τῶν μὲν δικαίων ἀνδρῶν ἕνεκα οὐδὲν τῆς ἀρχῆς δεῖσθαι ἔφη, διὰ δὲ δὴ τοὺς ταραχώδεις καὶ σφόδρα αὐτῆς ἀντιποιεῖσθαι. ὡς οὖν τούτῳ φανερῶς ἐνέκειτο, καὶ ὁ Κράσσος ἐρωτηθεὶς καὶ αὐτὸς τὰ αὐτὰ οὐχ ὡμολόγησε μέν, οὐ μὴν οὐδʼ ἀπηρνήσατο, ἀλλʼ ὥσπερ εἰώθει διὰ μέσου ἐχώρησεν, εἰπὼν ὅτι πάνθʼ ὅσα τῷ κοινῷ συμφέροι πράξοι, κατέδεισαν ὅ τε Μαρκελλῖνος καὶ ἄλλοι πολλοὶ τήν τε παρασκευὴν αὐτῶν καὶ τὴν ἀντίταξιν, καὶ οὐδὲ ἀπήντων ἔτι ἐς τὸ βουλευτήριον. μὴ συλλεγομένου δὲ τοῦ καθήκοντος ἐκ τῶν νομίμων ἀριθμοῦ πρὸς τὸ ψηφισθῆναί τι περὶ τῶν ἀρχαιρεσιῶν, οὐδὲ χρηματισθῆναί τι ἀρχὴν περὶ αὐτῶν ἠδυνήθη, ἀλλὰ ὁ