Ancient Greek · ~2 min
Book 39, Chapter 30
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.30.4
Not analysed yet
ἐνιαυτὸς οὕτω διέβη. οὐ μέντοι οὔτε τὴν ἐσθῆτα μετημπίσχοντο οὔτε ἐς τὰς πανηγύρεις ἐφοίτων, οὐκ ἐν τῷ Καπιτωλίῳ τῇ τοῦ Διὸς ἑορτῇ εἱστιάθησαν, οὐκ ἐπὶ τὰς ἀνοχὰς τὰς Λατίνας, δεύτερον τότε ὑπό τινος οὐκ ὀρθῶς πραχθέντος ποιουμένας, ἐς τὸ Ἀλβανὸν ἀφίκοντο, ἀλλʼ ὥσπερ δεδουλωμένοι, καὶ μήτʼ ἀρχὰς ἑλέσθαι μήτʼ ἄλλο τι πολιτικὸν πρᾶξαι ἐξουσίαν ἔχοντες, τὸ λοιπὸν τοῦ ἔτους διήγαγον.