Ancient Greek · ~3 min
Book 39, Chapter 41
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.41
Not analysed yet
τῶν σκαφῶν ἡττήθησαν. ταῦτα μὲν γὰρ πρὸς τὸ κουφότερον ὑπὲρ τοῦ ταχυναυτεῖν ἐς τὸν τῆς παρʼ ἡμῖν ναυτιλίας τρόπον ἐσκεύαστο, τὰ δὲ δὴ τῶν βαρβάρων, ἅτε ἐν τῇ συνεχείᾳ τῆς τοῦ ὠκεανοῦ παλιρροίας ἐπί τε τοῦ ξηροῦ πολλάκις ἵστασθαι καὶ πρὸς τὴν ἄνω τε καὶ κάτω αὐτοῦ διαρροὴν ἀντικαρτερεῖν ὀφείλοντα, πλεῖστόν σφων καὶ τῷ μεγέθει καὶ τῇ παχύτητι προεῖχεν. διʼ οὖν ταῦθʼ οἱ βάρβαροι, οἷα μήπω πρότερον τοιούτου ναυτικοῦ πεπειραμένοι, πρός τε τὴν ὄψιν τῶν νεῶν καὶ τὸ ἔργον αὐτῶν ἐν οὐδενὶ λόγῳ ἐποιήσαντο, καὶ εὐθὺς ναυλοχούσαις σφίσιν ἐπανήχθησαν ὡς καὶ διʼ ἐλαχίστου τοῖς κοντοῖς αὐτὰς καταποντώσοντες. ἐφέροντο δὲ ἀνέμῳ καὶ πολλῷ καὶ σφοδρῷ· καὶ γὰρ ἱστία δερμάτινα εἶχον, ὥστε πᾶσαν τὴν