Ancient Greek · ~4 min
Book 39, Chapter 42
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.42
Not analysed yet
τοῦ πνεύματος ἰσχὺν ἀπλήστως ἐσδέχεσθαι. ὁ οὖν Βροῦτος, τέως μὲν ἐκεῖνο ἐπέσπερχεν, οὐδʼ ἀνταναχθῆναι αὐτοῖς διά τε τὸ πλῆθος καὶ διὰ τὸ μέγεθος τῶν νεῶν τήν τε ἐκ τοῦ πνεύματος φορὰν καὶ τὴν ἐπιβολήν σφων ἐτόλμησεν, ἀλλὰ παρεσκευάζετο ὡς καὶ πρὸς τῇ γῇ τὰς προσβολὰς αὐτῶν ἀμυνούμενος καὶ τὰ σκάφη παντελῶς ἐκλείψων. ἐπεὶ δʼ ὅ τε ἄνεμος ἐξαπιναίως ἔπεσε καὶ τὸ κῦμα ἐστορέσθη, τά τε πλοῖα οὐκέθʼ ὁμοίως ὑπὸ τῶν κωπῶν ἐκινεῖτο, ἀλλʼ ἅτε καὶ καταβαρῆ ὄντα κατὰ χώραν τρόπον τινὰ εἱστήκει, τότε δὴ θαρσήσας ἀντανήχθη, καὶ προσπεσὼν αὐτοῖς πολλά σφας καὶ δεινὰ ἀδεῶς καὶ περιπλέων καὶ διεκπλέων, καὶ τοτὲ μὲν ἐμβάλλων τινὶ τοτὲ δὲ ἀνακρουόμενος, ὅπῃ τε καὶ ἐφʼ ὅσον ἤθελεν, εἰργάσατο, πολλαῖς τε πρὸς μίαν καὶ ἑτέρωθι ἴσαις πρὸς ἴσας, ἔστι δʼ ᾗ καὶ ἐλάσσοσι πρὸς πλείονας ἀσφαλῶς προσφερόμενος. ὅπου μὲν γὰρ κρείοττων αὐτῶν ἐν τῇ προσηρτᾶτό σφισι, καὶ τὰς μὲν κατέδυεν ἀναρρηγνύς, ἐς δὲ τὰς πολλαχόθεν μετεκβαίνων ἔς τε χεῖρας τοῖς ἐπιβάταις ᾔει καὶ πολλοὺς ἐφόνευεν· εἰ δὲ καὶ καθʼ ὁτιοῦν ἐλαττοῖτο, ῥᾷστα ἀνεχώρει, ὥστε ἐπʼ αὐτῷ τὴν πλεονεξίαν