Ancient Greek · ~2 min
Book 39, Chapter 49
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.49
Not analysed yet
ὁ δὲ δὴ Ῥῆνος ἀναδίδωσι μὲν ἐκ τῶν Ἄλπεων τῶν Κελτικῶν, ὀλίγον ἔξω τῆς Ῥαιτίας, προχωρῶν δὲ ἐπὶ δυσμῶν ἐν ἀριστερᾷ μὲν τήν τε Γαλατίαν καὶ τοὺς ἐποικοῦντας αὐτήν, ἐν δεξιᾷ δὲ τοὺς Κελτοὺς ἀποτέμνεται, καὶ τελευτῶν ἐς τὸν ὠκεανὸν ἐμβάλλει. οὗτος γὰρ ὁ ὅρος, ἀφʼ οὗ γε καὶ ἐς τὸ διάφορον τῶν ἐπικλήσεων ἀφίκοντο, δεῦρο ἀεὶ νομίζεται, ἐπεὶ τὸ γε πάνυ ἀρχαῖον Κελτοὶ ἑκάτεροι οἱ ἐπʼ ἀμφότερα τοῦ ποταμοῦ οἰκοῦντες ὠνομάζοντο.