Ancient Greek · ~3 min
Book 39, Chapter 50
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.50
Not analysed yet
ὁ οὖν Καῖσαρ τόν τε Ῥῆνον πρῶτος τότε Ῥωμαίων διέβη, καὶ ἐς Βρεττανίαν μετὰ ταῦτα, τοῦ τε Πομπηίου καὶ τοῦ Κράσσου ὑπατευόντων, ἐπεραιώθη. ἡ δὲ δὴ χώρα αὕτη ἀπέχει μὲν τῆς ἠπείρου τῆς Βελγικῆς κατὰ Μωρίνους σταδίους πεντήκοντα καὶ τετρακοσίους τὸ συντομώτατον, παρήκει δὲ παρά τε τὴν λοιπὴν Γαλατίαν καὶ παρὰ τὴν Ἰβηρίαν ὀλίγου πᾶσαν, ἐς τὸ πέλαγος ἀνατείνουσα. καὶ τοῖς μὲν πάνυ πρώτοις καὶ Ἑλλήνων καὶ Ῥωμαίων οὐδʼ ὅτι ἔστιν ἐγιγνώσκετο, τοῖς δὲ ἔπειτα ἐς ἀμφισβήτησιν εἴτε ἤπειρος εἴτε καὶ νῆσος εἴη ἀφίκετο· καὶ πολλοῖς ἐφʼ ἑκάτερον, εἰδόσι μὲν οὐδὲν ἅτε μήτʼ αὐτόπταις μήτʼ αὐτηκόοις τῶν ἐπιχωρίων γενομένοις, τεκμαιρομένοις δὲ ὡς ἕκαστοι σχολῆς ἢ καὶ φιλολογίας εἶχον, συγγέγραπται. προϊόντος δὲ δὴ τοῦ χρόνου πρότερόν τε ἐπʼ Ἀγρικόλου ἀντιστρατήγου καὶ νῦν ἐπὶ Σεουήρου αὐτοκράτορος νῆσος οὖσα σαφῶς ἐλήλεγκται.