Ancient Greek · ~2 min
39.51.1 to 39.51.2
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.51.1-2
Not analysed yet
ἐς ταύτην οὖν τότε ὁ Καῖσαρ, ἐπειδὴ τά τε ἄλλα τὰ τῶν Γαλατῶν ἡσύχαζε καὶ τοὺς Μωρίνους προσεποιήσατο, ἐπεθύμησε διαβῆναι. καὶ τὸν μὲν διάπλουν καθʼ ὃ μάλιστα ἐχρῆν μετὰ τῶν πεζῶν ἐποιήσατο, οὐ μέντοι καὶ ᾗ ἔδει προσέσχεν· οἱ γὰρ Βρεττανοὶ τὸν ἐπίπλουν αὐτοῦ προπυθόμενοι τὰς κατάρσεις ἁπάσας τὰς πρὸς τῆς ἠπείρου οὔσας προκατέλαβον. ἄκραν οὖν τινα προέχουσαν περιπλεύσας ἑτέρωσε παρεκομίσθη· κἀνταῦθα τοὺς προσμίξαντάς οἱ ἐς τὰ τενάγη ἀποβαίνοντι νικήσας, ἔφθη τῆς γῆς κρατήσας πρὶν τὴν πλείω συμβοήθειαν ἐλθεῖν, καὶ μετὰ ταῦτα καὶ ἐκείνους