Ancient Greek · ~2 min
Book 39, Chapter 55
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.55.4
Not analysed yet
τῶν τῆς Σιβύλλης χρησμῶν φροντίσαντες. καὶ ἐκρίθη μὲν ὕστερον ἐπὶ τούτῳ ὁ Γαβίνιος, οὐχ ἐάλω δὲ διά τε τὸν Πομπήιον καὶ διὰ τὰ χρήματα· οὕτω γάρ που τὰ πράγματα τοῖς τότε Ῥωμαίοις συνεκέχυτο ὥστε ἀπὸ πολλῶν ὧν ἐδωροδόκησε σμικρὰ ἄττα τῶν τε ἀρχόντων τινὲς καὶ τῶν δικαστῶν παρʼ αὐτοῦ λαβόντες οὔτε τοῦ προσήκοντός τι προετίμησαν, καὶ προσέτι καὶ τοὺς ἄλλους κακουργεῖν ὑπὲρ χρημάτων ἐξεδίδαξαν ὡς καὶ