Ancient Greek · ~2 min
39.55.5 to 39.55.6
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.55.5-6
Not analysed yet
τὴν τιμωρίαν ῥᾳδίως ἐξωνεῖσθαι δυναμένους. τότε μὲν οὖν διὰ ταῦτα ἀφείθη, αὖθις δὲ ἐπί τε ἑτέροις τισί, καὶ ὅτι πλέον ἢ μυρίας ἐκ τῆς ἀρχῆς μυριάδας ἥρπασε, κριθεὶς ἑάλω. καὶ ἐκείνῳ τε τοῦτο παραδοξότατον συνέβη (τῆς τε γὰρ προτέρας δίκης διὰ τὰ χρήματα ἀπελύθη, καὶ ἐπὶ τούτοις διʼ ἐκείνην ὅτι μάλιστα κατεδικάσθη )καὶ τῷ Πομπηίῳ, ὅτι τὸ μὲν πρότερον, καίτοι πόρρω που ὤν, ἐρρύσατο τὸν Γαβίνιον διὰ τῶν ἑταίρων, τότε δὲ ἔν τε τῷ προαστείῳ ὢν καὶ τρόπον τινὰ καὶ ἐν τῷ δικαστηρίῳ αὐτῷ παρὼν οὐδὲν ἤνυσεν.