Ancient Greek · ~6 min
Book 39, Chapter 56
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.56
Not analysed yet
ἔσχε δὲ ὧδε. ὁ Γαβίνιος πολλὰ μὲν καὶ τὴν Συρίαν ἐκάκωσεν, ὥστε καὶ τῶν λῃστικῶν, ἃ καὶ τότε ἤκμαζε, πολὺ πλείω σφίσι λυμήνασθαι, πάντα δὲ δὴ τὰ αὐτόθεν λήμματα ἐλάχιστα εἶναι νομίσας τὸ μὲν πρῶτον ἐνόει καὶ παρεσκευάζετο ὡς καὶ ἐπὶ τοὺς Πάρθους τόν τε πλοῦτον αὐτῶν στρατεύσων. τοῦ γὰρ Φραάτου ὑπὸ τῶν παίδων δολοφονηθέντος Ὀρώδης τήν τε βασιλείαν αὐτοῦ διεδέξατο, καὶ Μιθριδάτην τὸν ἀδελφὸν ἐκ τῆς Μηδίας, ἧς ἦρχεν, ἐξέβαλε. καὶ ὃς καταφυγὼν πρὸς τὸν Γαβίνιον ἀνέπεισεν αὐτὸν συμπρᾶξαί οἱ τὴν κάθοδον. ἐπεὶ μέντοι ὁ Πτολεμαῖος μετὰ τῶν τοῦ Πομπηίου γραμμάτων ἦλθε, καὶ πολλὰ μὲν αὐτῷ πολλὰ δὲ καὶ τῷ στρατῷ χρήματα τὰ μὲν ἤδη παρέξειν, τὰ δʼ ἂν καταχθῇ δώσειν ὑπέσχετο, τά τε τῶν Πάρθων εἴασε καὶ ἐπὶ τὴν Αἴγυπτον ἠπείχθη, καίπερ ἀπαγορεύοντος μὲν τοῦ νόμου μήτε ἐς τὴν ὑπερορίαν τοὺς ἄρχοντάς τινων ἀποδημεῖν μήτε πολέμους ἀφʼ ἑαυτῶν ἀναιρεῖσθαι, ἀπειρηκότος δὲ καὶ τοῦ δήμου τῆς τε Σιβύλλης μὴ καταχθῆναι τὸν ἄνδρα. ἀλλʼ ὅσῳ γὰρ ἐκεκώλυτο ταῦτα, τόσῳ πλείονος αὐτὰ ἀπημπόλησε. καταλιπὼν οὖν ἐν τῇ Συρίᾳ Σισένναν τε τὸν υἱὸν κομιδῇ νέον ὄντα καὶ στρατιώτας μετʼ αὐτοῦ πάνυ ὀλίγους, τὴν μὲν ἀρχὴν ἐφʼ ἧς ἐτέτακτο τοῖς λῃσταῖς ἔτι καὶ μᾶλλον ἐξέδωκεν, αὐτὸς δὲ ἐς τὴν Παλαιστίνην ἐλθὼν τόν τε Ἀριστόβουλον (διαδρὰς γὰρ ἐκ τῆς Ῥώμης ὑπετάραττέ τἰ συνέλαβε καὶ τῷ Πομπηίῳ ἔπεμψε, καὶ φόρον τοῖς Ἰουδαίοις ἐπέταξε, καὶ μετὰ τοῦτο καὶ ἐς τὴν Αἴγυπτον ἐνέβαλε.