Ancient Greek · ~4 min
Book 39, Chapter 58
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.58
Not analysed yet
ἀφῆκε. καὶ οὕτως ἐς μὲν τὸ Πηλούσιον ἀφίκετο μηδενὸς ἐναντιουμένου, προϊὼν δὲ ἐντεῦθεν δίχα διῃρημένῳ τῷ στρατῷ τοὺς Αἰγυπτίους ἀπαντήσαντάς οἱ τῇ αὐτῇ ἡμέρᾳ ἐνίκησε, καὶ μετὰ τοῦτʼ αὖθις ἔν τε τῷ ποταμῷ ναυσὶ κἀν τῇ γῇ ἐκράτησεν· οἱ γὰρ Ἀλεξανδρεῖς θρασύνασθαι μὲν πρὸς πάντα ἱκανώτατοι καὶ ἐκλαλῆσαι πᾶν ὅ τι ποτʼ ἂν ἐπέλθῃ σφίσι προπετέστατοι πεφύκασι, πρὸς δὲ δὴ πόλεμον τά τε δεινὰ αὐτοῦ φλαυρότα- τοί εἰσι, καίπερ ἐν ταῖς στάσεσι, πλείσταις δὴ καὶ μεγίσταις παρʼ αὐτοῖς γιγνομέναις, διὰ φόνων τε ἀεὶ χωροῦντες καὶ τὸ ζῆν παρʼ οὐδὲν πρὸς τὴν αὐτίκα φιλονεικίαν τιθέμενοι, ἀλλὰ καὶ ὥσπερ τι τῶν ἀρίστων ἢ ἀναγκαιοτάτων τὸν ἐν αὐταῖς ὄλεθρον διώκοντες. νικήσας οὖν αὐτοὺς ὁ Γαβίνιος, καὶ ἄλλους τε πολλοὺς καὶ τὸν Ἀρχέλαον φονεύσας, ἐγκρατής τε τῆς Αἰγύπτου πάσης παραχρῆμα ἐγένετο καὶ τῷ Πτολεμαίῳ αὐτὴν παρέδωκε. καὶ ὁ μὲν τήν τε θυγατέρα καὶ τῶν ἄλλων τοὺς πρώτους καὶ πλουσιωτάτους, ἅτε καὶ χρημάτων