Ancient Greek · ~3 min
Book 39, Chapter 59
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.59
Not analysed yet
πολλῶν δεόμενος, ἀπέκτεινε· Γαβίνιος δὲ ἐκεῖνον μὲν οὕτω κατήγαγεν, οὐ μέντοι καὶ οἴκαδε περὶ τῶν πραχθέντων ἐπέστειλεν, ἵνα μὴ καὶ αὐτάγγελός σφισιν ὧν παρηνομήκει γένηται. ἀλλʼ οὐ γὰρ οἷόν τε ἦν τηλικοῦτο πρᾶγμα κρυφθῆναι, εὐθύς τε αὐτὸ ὁ δῆμος ἐπύθετο, καὶ ἐπειδὴ καὶ οἱ Σύροι πολλὰ τοῦ Γαβινίου, ἄλλως τε καὶ ἐν τῇ ἀπουσίᾳ αὐτοῦ δεινῶς ὑπὸ τῶν λῃστῶν κακωθέντες, κατεβόησαν, οἵ τε τελῶναι μὴ δυνηθέντες τὰ τέλη διʼ αὐτοὺς ἐσπρᾶξαι συχνὰ ἐπωφείλησαν, ὠργίζοντο καὶ γνώμας τε ἐποιοῦντο καὶ ἑτοίμως εἶχον καταψηφίσασθαι αὐτοῦ. καὶ γὰρ ὁ Κικέρων τά τε ἄλλα ἰσχυρῶς ἐνῆγε, καὶ συνεβούλευέ σφισι τὰ Σιβύλλεια ἔπη αὖθις ἀναγνῶναι, προσδοκῶν ἐγγεγράφθαι τινὰ ἐν αὐτοῖς τιμωρίαν ἄν τι παραβαθῇ.