Ancient Greek · ~4 min
Book 39, Chapter 60
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.60
Not analysed yet
ὁ οὖν Πομπήιος ὅ τε Κράσσος ὑπάτευόν τε ἔτι, καὶ ὁ μὲν ἑαυτῷ βοηθῶν, ὁ δὲ τήν τε ἐκείνου χάριν καὶ ἅμα καὶ χρήματα παρὰ τοῦ Γαβινίου πεμφθέντα οἱ λαβών, ἔκ τε τοῦ προφανοῦς ὑπὲρ αὐτοῦ διεδικαίουν, καὶ ἄλλα τε καὶ φυγάδα τὸν Κικέρωνα ἀποκαλοῦντες οὐδὲν ἐπεψήφισαν. ὡς μέντοι ἐκεῖνοί τε ἐκ τῆς ἀρχῆς ἀπηλλάγησαν καὶ αὐτοὺς ὅ τε Δομίτιος ὁ Λούκιος καὶ Ἄππιος Κλαύδιος διεδέξαντο, γνῶμαι αὖθις πολλαὶ ἐλέχθησαν, καὶ κατὰ τοῦ Γαβινίου αἱ πλείους ἐγένοντο· ὅ τε γὰρ Δομίτιος ἐχθρὸς τῷ Πομπηίῳ διά τε τὸ σπουδαρχῆσαι καὶ διὰ τὸ παρὰ γνώμην αὐτοῦ ἀποδειχθῆναι ὤν, καὶ ὁ Κλαύδιος, καίπερ προσήκων οἱ, ὅμως τοῖς τε πολλοῖς χαρίσασθαί τι ὑπὸ δημαγωγίας ἐθελήσας, καὶ παρὰ τοῦ Γαβινίου δωροδοκήσειν, ἄν γέ τι συνταράξῃ, προσδοκήσας, πάντα ἐπʼ αὐτῷ ἔπραξαν. καὶ αὐτὸν καὶ ἐκεῖνο δεινῶς ἐπίεσεν, ὅτι προπεμφθέντα τινὰ ὑπὸ τοῦ Κράσσου ὑποστράτηγον ἐπὶ τῇ τῆς ἀρχῆς αὐτοῦ διαδοχῇ οὐκ ἐδέξατο, ἀλλʼ ὥσπερ ἀθάνατον τὴν ἡγεμονίαν εἰληφὼς κατεῖχεν αὐτήν. ἔδοξεν οὖν σφισι τὰ τῆς Σιβύλλης ἔπη ἀναγνωσθῆναι, καίπερ ἀντειπόντος τοῦ Πομπηίου.