Ancient Greek · ~2 min
39.61.3 to 39.61.4
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.61.3-4
Not analysed yet
μὲν εὐθὺς τοῖς δὲ μετὰ τοῦτʼ ἐλυμήναντο. οἱ οὖν Ῥωμαῖοι ἐπί τʼ ἐκείνοις τοῖς παθήμασι λυπούμενοι, καὶ ἕτερα χαλεπώτερα ὡς καὶ διὰ τὴν τοῦ Πτολεμαίου κάθοδον ὀργήν σφισι τοῦ δαιμονίου πεποιημένου προσδεχόμενοι, ἠπείγοντο καὶ ἀπόντα τὸν Γαβίνιον, ὡς καὶ ἧττόν τι, ἂν φθάσωσιν αὐτὸν ἀπολέσαντες, κακωθησόμενοι, θανατῶσαι. καὶ οὕτω γε ἐντόνως ἔσχον ὥστε, καίτοι μηδενὸς τοιούτου ἐν τοῖς Σιβυλλείοις χρησμοῖς εὑρεθέντος, ὅμως τὴν γερουσίαν πικρότατα καὶ τραχύτατα τούς τε ἄρχοντας καὶ τὸν δῆμον αὐτῷ χρήσασθαι προβουλεῦσαι.