Ancient Greek · ~1 min
Book 39, Chapter 62
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.62.1
Not analysed yet
ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, χρήματα ὑπὸ τοῦ Γαβινίου προπεμφθέντα οὐχ ὅπως ἀπόντα ἀλλʼ οὐδὲ ἐπανελθόντα δεινόν τι παθεῖν αὐτὸν ἐπί γε ἐκείνοις ἐποίησε. καίτοι οὕτω καὶ αὐτὸς αἰσχρῶς καὶ κακῶς ὑπὸ τοῦ συνειδότος διετέθη ὥστε καὶ χρόνιος ἐς τὴν Ἰταλίαν ἀφικέσθαι καὶ νυκτὸς ἐς τὴν πόλιν ἐσκομισθῆναι, ἔξω τε τῆς οἰκίας