Ancient Greek · ~3 min
Book 39, Chapter 8
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.8
Not analysed yet
ἡ διατριβὴ ἐγένετὀ, μαχόμενος δὲ καὶ περὶ αὐτοῦ τούτου πολλὰ ἐτάραττε, καὶ τέλος μονομάχους τινὰς καὶ αὐτὸς καὶ ἄλλους τῶν τὰ αὐτά οἱ βουλομένων ἀθροίσας ἐς χεῖρας τῷ Κλωδίῳ συνεχῶς ᾔει, καὶ σφαγαὶ κατὰ πᾶσαν ὡς εἰπεῖν τὴν πόλιν ἐγίγνοντο. ὁ οὖν Νέπως φοβηθεὶς πρός τε τοῦ συνάρχοντος καὶ πρὸς τοῦ Πομπηίου τῶν τε ἄλλων τῶν πρώτων μετεβάλετο, καὶ οὕτως ἥ τε γερουσία κατελθεῖν τὸν Κικέρωνα τοῦ Σπινθῆρος ἐσηγησαμένου προεβούλευσε, καὶ ὁ δῆμος ἀμφοτέρων τῶν ὑπάτων ἐσενεγκόντων ἐψηφίσατο. ἀντέλεγε μὲν γὰρ πρὸς αὐτοὺς Κλώδιος, ἀλλʼ ἐκείνῳ τε ὁ Μίλων ἀντέκειτο ὥστε μηδὲν βίαιον δρᾶσαι, καὶ τῷ νόμῳ ἄλλοι τε καὶ ὁ Πομπήιος συνεῖπον ὥστε πολὺ κρείττους αὐτοὺς γενέσθαι.