Ancient Greek · ~4 min
Book 39, Chapter 9
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.9
Not analysed yet
κατῆλθέ τε οὖν ὁ Κικέρων καὶ χάριν τῇ τε βουλῇ καὶ τῷ δήμῳ, παρασχόντων αὐτῷ τῶν ὑπάτων καὶ τὸ συνέδριον καὶ τὴν ἐκκλησίαν, ἔγνω. τῷ τε Πομπηίῳ τὴν ἔχθραν τὴν ἐπὶ τῇ φυγῇ μεθεὶς συνηλλάγη, καὶ τήν γε εὐεργεσίαν παραχρῆμα ἀπέδωκε· λιμοῦ γὰρ ἐν τῇ πόλει ἰσχυροῦ γενομένου, καὶ τοῦ ὁμίλου παντὸς ἔς τε τὸ θέατρον (%οἵῳ δὲ δὴ καὶ τότε ἔτι θεάτρῳ ἐς τὰς πανηγύρεις ἐχρῶντὀ καὶ μετὰ τοῦτο καὶ ἐς τὸ Καπιτώλιον ἐπὶ τοὺς βουλευτὰς συνεδρεύοντας ἐσπηδήσαντος, καὶ τοτὲ μὲν ἐν χερσὶν αὐτοὺς ἀποσφάξειν τοτὲ δὲ καὶ καταπρήσειν αὐτοῖς τοῖς ναοῖς ἀπειλοῦντος, ἔπεισέ σφας ἐπιμελητὴν τοῦ σίτου τὸν Πομπήιον προχειρίσασθαι, καὶ διὰ τοῦτο καὶ ἀρχὴν αὐτῷ ἀνθυπάτου καὶ ἐν τῇ Ἰταλίᾳ καὶ ἔξω ἐπὶ πέντε ἔτη δοῦναι. καὶ ὁ μέν, ὥσπερ ἐπὶ τοῖς καταποντισταῖς πρότερον οὕτω καὶ τότε ἐπὶ τῷ σίτῳ πάσης αὖθις τῆς οἰκουμένης τῆς ὑπὸ τοῖς Ῥωμαίοις τότε οὔσης ἄρξειν ἔμελλε·