Ancient Greek · ~2 min
Book 40, Chapter 12
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.12.1
Not analysed yet
καταστήσασθαι δυνησόμενος. ὁ δὲ δὴ Κράσσος ἐπιθυμήσας τι καὶ αὐτὸς δόξης τε ἅμα καὶ κέρδους ἐχόμενον πρᾶξαι, ἔπειτʼ ἐπειδὴ μηδὲν ἐν τῇ Συρίᾳ τοιοῦτό τι εἶδεν ὄν (αὐτοί τε γὰρ ἡσύχαζον, καὶ οἱ πρόσθε προσπολεμήσαντές σφισιν οὐδὲν ὑπʼ ἀδυνασίας παρεκίνουνʼ, ἐπὶ τοὺς Πάρθους ἐπεστράτευσε, μήτε ἔγκλημά τι αὐτοῖς ἐπιφέρων μήτε τοῦ πολέμου οἱ ἐψηφισμένου· αὐτούς τε γὰρ παμπλουσίους ἤκουεν ὄντας, καὶ τὸν Ὀρώδην εὐάλωτον ἅτε καὶ νεοκατάστατον εἶναι προσεδόκησε.