Ancient Greek · ~2 min
Book 40, Chapter 12
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.12.2
Not analysed yet
τόν τε οὖν Εὐφράτην ἐπεραιώθη, καὶ προῆλθεν ἐπὶ πολὺ τῆς Μεσοποταμίας, φέρων τε αὐτὴν καὶ πορθῶν· τῆς γὰρ διαβάσεως αὐτοῦ ἀδοκήτου τοῖς βαρβάροις γενομένης οὐδεμία ἀκριβὴς φυλακὴ αὐτῆς καθειστήκει, ὥστε ταχὺ μὲν ὁ Σιλάκης ὁ τότε τῆς χώρας ἐκείνης σατραπεύων ἡττήθη τε περὶ Ἰχνίας, τεῖχός τι οὕτω καλούμενον, ἱππεῦσιν ὀλίγοις μαχεσάμενος, καὶ τρωθεὶς ἀπεχώρησεν αὐτάγγελος τῷ βασιλεῖ τῆς ἐπιστρατείας αὐτοῦ