Ancient Greek · ~3 min
Book 40, Chapter 16
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.16
Not analysed yet
τοιαῦτα μὲν τὰ τῶν Πάρθων ἐστίν, ἐσβαλόντος δὲ ἐς τὴν Μεσοποταμίαν τοῦ Κράσσου ὥσπερ εἴρηται, ὁ Ὀρώδης ἔπεμψε μὲν καὶ πρὸς ἐκεῖνον ἐς τὴν Συρίαν πρέσβεις, τῆς τε ἐσβολῆς αἰτιώμενος καὶ τὰς αἰτίας τοῦ πολέμου πυνθανόμενος, ἔπεμψε δὲ πρός τε τὰ ἑαλωκότα τά τε μεθεστηκότα Σουρήναν σὺν στρατῷ· αὐτὸς γὰρ τῇ Ἀρμενίᾳ τῇ τοῦ Τιγράνου ποτὲ γενομένῃ διενοεῖτο ἐπιστρατεῦσαι, ὅπως ὁ Ἀρταβάζης ὁ τοῦ Τιγράνου παῖς ὁ τότε αὐτῆς βασιλεύων μηδεμίαν τοῖς Ῥωμαίοις, ἅτε καὶ περὶ τῇ οἰκείᾳ δεδιώς, βοήθειαν πέμψῃ. ὁ οὖν Κράσσος ἐκείνῳ τε ἐν Σελευκείᾳ (ἔστι δὲ πόλις ἐν τῇ Μεσοποταμίᾳ, πλεῖστον τὸ Ἑλληνικὸν καὶ νῦν ἔχουσἀ τὰς αἰτίας τοῦ πολέμου ἐρεῖν ἔφη· καὶ αὐτῷ τῶν Πάρθων τις ἐς τὴν χεῖρα τὴν ἀριστερὰν τοῖς τῆς ἑτέρας δακτύλοις κρούσας εἶπεν ὅτι “θᾶσσον ἐντεῦθεν τρίχες ἀναφύσονται ἢ σὺ ἐν Σελευκείᾳ γενήσῃ.”