Ancient Greek · ~3 min
Book 40, Chapter 17
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.17
Not analysed yet
καὶ ἐπειδὴ ὁ χειμὼν ἐν ᾧ Γναῖός τε Καλουῖνος καὶ Οὐαλέριος Μεσσάλας ὑπάτευσαν ἐνέστη, πολλὰ μὲν καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ τέρατα τότε ἐγένετο· καὶ γὰρ βύαι καὶ λύκοι ὤφθησαν, οἵ τε κύνες περιφοιτῶντες ὠρύοντο, καὶ ἀγάλματα τὰ μὲν ἵδρωσε τὰ δὲ ἐκεραυνώθη, τάς τε ἀρχὰς τὸ μέν τι φιλονεικίᾳ, τὸ δὲ δὴ πλεῖστον ὑπό τε τῶν ὀρνίθων καὶ ὑπὸ διοσημιῶν μόλις ποτὲ τῷ ἑβδόμῳ μηνὶ ἀπέδειξαν· ἀλλʼ ἐκεῖνα μὲν οὐδὲν σαφὲς διεδήλου ἐς ὅ τι τελευτήσει· τά τε γὰρ ἐν τῷ ἄστει ἐταράττετο καὶ οἱ Γαλάται ἐκινήθησαν αὖθις, πρός τε τοὺς Πάρθους οὐδʼ εἰδότες πω ὅπως συνερρώγεσαν· τῷ δὲ δὴ Κράσσῳ τὸν Εὐφράτην κατὰ τὸ Ζεῦγμα (οὕτω γὰρ ἀπὸ τῆς τοῦ Ἀλεξάνδρου στρατείας τὸ χωρίον ἐκεῖνο, ὅτι ταύτῃ ἐπεραιώθη, κέκληται) διαβαίνοντι καὶ προφανῆ καὶ εὐσύμβολα