Ancient Greek · ~5 min
Book 40, Chapter 22
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.22
Not analysed yet
περιστοιχισθεὶς κατεκόπη. γενομένου δὲ τούτου οἱ πεζοὶ τῶν Ῥωμαίων οὐκ ἀπετράποντο μέν, ἀλλὰ καὶ προθύμως τοῖς Πάρθοις, ὡς καὶ τιμωρήσοντες αὐτῷ, συνέμιξαν· οὐ μέντοι καὶ ἄξιόν σφων οὐδὲν ἔκ τε τοῦ πλήθους καὶ ἐκ τοῦ τρόπου τῆς μάχης αὐτῶν, ἄλλως τε καὶ ὑπὸ τοῦ Ἀβγάρου ἐπιβουλευθέντες, ἐποίησαν. εἴτε γὰρ συνασπίσαι γνοίησαν ὡς καὶ τῇ πυκνότητι τῆς τάξεώς σφων τὰ τοξεύματα αὐτῶν ἐκφευξόμενοι, προσπίπτοντές σφισιν οἱ κοντοφόροι ῥύμῃ τοὺς μὲν κατέβαλλον, τοὺς δὲ πάντως γοῦν ἐσκεδάννυσαν· εἴτε καὶ διασταῖεν ὅπως τοῦτό γε ἐκκλίνοιεν, ἐτοξεύοντο. κἀν τούτῳ πολλοὶ μὲν καὶ ἐξ αὐτῆς τῆς προσελάσεως τῶν κοντοφόρων ἐκπληττόμενοι ἔθνησκον, πολλοὶ δὲ καὶ ὑπὸ τῶν ἱππέων ἐγκαταλαμβανόμενοι ἐφθείροντο· ἄλλοι τοῖς κοντοῖς ἀνετρέποντο ἢ καὶ ἀναπειρόμενοι ἐφέροντο. τά τε βέλη καὶ πυκνὰ καὶ πανταχόθεν ἅμα αὐτοῖς ἐμπίπτοντα συχνοὺς μὲν καιρίᾳ πληγῇ κατέβαλλε, συχνοὺς δὲ ἀπομάχους εἰργάζετο, πᾶσι δʼ ἀσχολίαν ἐνεποίει· ἔς τε γὰρ τοὺς ὀφθαλμούς σφων ἐσπετόμενα καὶ πρὸς τὰς χεῖρας τό τε ἄλλο σῶμα πᾶν καὶ διὰ τῶν ὅπλων χωροῦντα τήν τε προφυλακὴν αὐτῶν ἀφῃρεῖτο, καὶ γυμνοῦσθαί σφας πρὸς τὸ ἀεὶ τιτρῶσκον ἠνάγκαζεν, ὥστε ἐν ᾧ τις τόξευμα ἐφυλάττετο ἢ καὶ ἐμπαγὲν ἐξῃρεῖτο, πλείω τραύματα ἄλλα ἐπʼ ἄλλοις ἐλάμβανε. κἀκ τούτου ἄπορον μέν σφισι κινηθῆναι, ἄπορον δὲ καὶ ἀτρεμίζειν ἦν· οὔτε γὰρ ἀσφάλειαν οὐδέτερον αὐτοῖς εἶχε, καὶ τὸν ὄλεθρον ἀμφότερα ἐπέφερε, τὸ μὲν ὅτι οὐκ ἐδύναντο, τὸ δὲ ὅτι ῥᾷον ἐτιτρώσκοντο.