Ancient Greek · ~5 min
Book 40, Chapter 23
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.23
Not analysed yet
καὶ ταῦτα μέν, ἕως ἔτι πρὸς μόνους τοὺς ἐμφανεῖς πολεμίους ἐμάχοντο, ἔπασχον· ὁ γὰρ Ἄβγαρος οὐκ εὐθὺς αὐτοῖς ἐπεχείρησεν· ἐπεὶ δὲ καὶ ἐκεῖνος ἐπέθετο, ἐνταῦθα οἱ Ὀρροηνοὶ αὐτοί τε ὄπισθεν ἐς τὰ γυμνὰ ἀπεστραμμένους σφᾶς ἔπαιον καὶ τοῖς ἄλλοις ῥᾷον φονεύειν παρεῖχον. τὴν γὰρ τάξιν, ὅπως ἀντιπρόσωποι αὐτοῖς γένωνται, ἐξελίξαντες ὄπισθέν σφων τοὺς Πάρθους ἐποιήσαντο. αὖθίς τε οὖν πρὸς αὐτοὺς μετεστράφησαν, καὶ πάλιν αὖθις πρὸς ἐκείνους, εἶτα πρὸς τούτους. κἀκ τοῦ τοιούτου μᾶλλον ἐπιταραχθέντες, ἅτε καὶ συνεχῶς δεῦρο κἀκεῖσε μεθιστάμενοι καὶ πρὸς τὸ ἀεὶ τιτρῶσκον ἀποβλέπειν ἀναγκαζόμενοι, τοῖς τε ξίφεσι τοῖς σφετέροις περιέπιπτον καὶ πολλοὶ καὶ ὑπʼ ἀλλήλων ἀπώλοντο. τέλος δὲ ἐς στενὸν οὕτω κατεκλείσθησαν, ἀναγκαζόμενοι, τῶν πολεμίων ἀεί σφισι πανταχόθεν ἅμα προσπιπτόντων, ταῖς τῶν παραστατῶν ἀσπίσι τὰς γυμνώσεις σφῶν προστέλλειν, ὥστε μηδὲ κινηθῆναι ἔτι δυνηθῆναι. οὐ μὴν οὐδὲ τὴν στάσιν βεβαίαν ὑπὸ τοῦ πλήθους τῶν νεκρῶν εἶχον, ἀλλὰ καὶ περὶ ἐκείνοις ἀνετρέποντο. τό τε καῦμα καὶ τὸ δίψος (μεσοῦντός τε γὰρ τοῦ θέρους καὶ ἐν μεσημβρίᾳ ταῦτʼ ἐγίγνετὀ καὶ ὁ κονιορτός (ὅπως γὰρ ὅτι πλεῖστος αἴροιτο, πάντες σφᾶς οἱ βάρβαροι περιίππευονʼ δεινῶς τοὺς λοιποὺς συνῄρει, καὶ συχνοὶ καὶ ὑπὸ