Ancient Greek · ~4 min
Book 40, Chapter 27
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.27
Not analysed yet
ἀφίκηται, ἔπεμψε. καὶ οὕτω διαμέλλοντα τὸν Κράσσον, καὶ βουλευόμενον ὅ τι ποιήσῃ, συναρπάσαντες οἱ βάρβαροι βίᾳ ἐπὶ τὸν ἵππον ἀνέβαλον. κἀν τούτῳ ἀντιλαμβανομένων αὐτοῦ τῶν Ῥωμαίων ἔς τε χεῖράς σφισιν ἦλθον, καὶ τέως μὲν ἰσοπαλεῖς ἐγίγνοντο, ἔπειτα δὲ προσβοηθησάντων τινῶν αὐτοῖς ἐπεκράτησαν· οἱ γὰρ βάρβαροι ἔν τε τῷ πεδίῳ ὄντες καὶ προπαρεσκευασμένοι ἔφθησαν τοὺς ἄνω Ῥωμαίους ἀμύναντες σφίσι. καὶ οἵ τε ἄλλοι ἔπεσον καὶ ὁ Κράσσος, εἴτʼ οὖν ὑπὸ τῶν σφετέρων τινὸς ὅπως μὴ ζωγρηθῇ, εἴτε καὶ ὑπὸ τῶν πολεμίων ἐπειδὴ κακῶς ἐτέτρωτο, ἐσφάγη. καὶ ἐκείνῳ μὲν τοῦτο τὸ τέλος ἐγένετο, καὶ αὐτοῦ χρυσὸν ἐς τὸ στόμα οἱ Πάρθοι, ὥς γέ τινες λέγουσιν, ἐνέτηξαν ἐπισκώπτοντες· οὕτω γὰρ δὴ περὶ τὰ χρήματα, καίτοι πολυχρήματος ὤν, ἐσπουδάκει ὥστε καὶ ὡς πένητας οἰκτείρειν τοὺς μὴ δυναμένους στρατόπεδον ἐκ καταλόγου οἴκοθεν θρέψαι· τῶν δὲ δὴ στρατιωτῶν τὸ μὲν πλεῖον διὰ τῶν ὀρῶν ἐς τὴν φιλίαν ἀπέφυγε, τὸ δέ τι καὶ ἐς τοὺς πολεμίους ἑάλω.