Ancient Greek · ~4 min
Book 40, Chapter 28
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.28
Not analysed yet
οἱ δὲ δὴ Πάρθοι τότε μὲν οὐ περαιτέρω τοῦ Εὐφράτου προεχώρησαν, ἀλλὰ τὴν ἐντὸς αὐτοῦ πᾶσαν ἀνεκτήσαντο· μετὰ δὲ τοῦτο καὶ ἐς τὴν Συρίαν, οὐ μέντοι καὶ ἐν πλήθει τινί, ὡς μήτε στρατηγὸν μήτε στρατιώτας ἔχουσαν, ἐνέβαλον· ἀφʼ οὗπερ Κάσσιος ῥᾳδίως αὐτούς, ἅτε μὴ πολλοὺς ὄντας, ἀπεώσατο. οὗτος γὰρ ἐν μὲν ταῖς Κάρραις τῶν τε στρατιωτῶν τὴν αὐτοκράτορα αὐτῶν ἡγεμονίαν μίσει τοῦ Κράσσου διδόντων, καὶ προσέτι καὶ αὐτοῦ ἐκείνου ἐθελοντὶ διὰ τὸ τῆς συμφορᾶς μέγεθος ἐπιτρέποντος, οὐκ ἐδέξατο, τότε δὲ καὶ ἀνάγκῃ τῆς Συρίας ἔν τε τῷ παρόντι καὶ μετὰ ταῦτα προέστη. οἱ γὰρ βάρβαροι οὐκ ἀπέσχοντο αὐτῆς, ἀλλὰ χειρὶ αὖθις μείζονι, Πακόρου μὲν ὀνόματι, τοῦ υἱέος τοῦ Ὀρώδου, ἔργῳ δέ (παῖς γὰρ ἔτι ἐκεῖνος ἦνʼ Ὠσάκου ἡγουμένου σφίσιν, ἐστράτευσαν, καὶ μέχρι τῆς Ἀντιοχείας ἦλθον, πᾶσαν τὴν ἐν ποσὶ χειρούμενοι. καὶ ἐλπίδα εἶχον καὶ τὰ λοιπὰ καταστρέψεσθαι, μήτε τῶν Ῥωμαίων ἀξιομάχῳ τινὶ δυνάμει παρόντων, καὶ τῶν δήμων τῇ τε ἐκείνων δεσποτείᾳ ἀχθομένων καὶ πρὸς αὐτοὺς ἅτε καὶ γείτονας καὶ συνήθεις σφίσιν ὄντας