Ancient Greek · ~2 min
Book 40, Chapter 30
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.30
Not analysed yet
ἅμα δὲ οὗτος ἀνεκεχωρήκει καὶ ὁ Βίβουλος ἄρξων τῆς Συρίας ἀφίκετο, καίπερ ἐψηφισμένου μηδένα μήτε στρατηγὸν μήθʼ ὕπατον μήτε εὐθὺς μήτε πρὸ πέμπτου ἔτους ἐς τὰς ἔξω ἡγεμονίας ἐξιέναι, ἵνα μὴ διὰ τοῦτο σπουδαρχοῦντες στασιάζωσι. καὶ αὐτὸς μὲν ἐν ἡσυχίᾳ τὸ ὑπήκοον διήγαγε, τοὺς δὲ δὴ Πάρθους ἐπʼ ἀλλήλους ἔτρεψε· Ὀρνοδαπάτην γάρ τινα σατράπην ἀχθόμενον τῷ Ὀρώδῃ προσποιησάμενος, ἀνέπεισε διʼ ἀγγέλων τόν τε Πάκορον βασιλέα στήσασθαι καὶ ἐπʼ ἐκεῖνον μετʼ αὐτοῦ στρατεῦσαι. ὁ μὲν οὖν πόλεμος οὗτος, ὅ τε τῶν Ῥωμαίων καὶ ὁ τῶν Πάρθων, τετάρτῳ ἔτει ἀφʼ οὗ ἤρξατο, ἐπί τε Μάρκου Μαρκέλλου καὶ ἐπὶ Σουλπικίου