Ancient Greek · ~3 min
Book 40, Chapter 29
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 40.29
Not analysed yet
ἀποκλινόντων. ἁμαρτόντες δὲ τῆς Ἀντιοχείας (ὅ τε γὰρ Κάσσιος ἰσχυρῶς αὐτοὺς ἀπεκρούσατο, καὶ ἐκεῖνοι ἀδύνατοι πολιορκῆσαί τι ἦσανʼ ἐπʼ Ἀντιγόνιαν ἐτράποντο. καὶ ἐπειδὴ τό τε προάστειον αὐτῆς σύμφυτον ἦν, καὶ οὐκ ἐθάρσησαν, ἀλλʼ οὐδὲ ἠδυνήθησαν ἐς αὐτὸ ἐσελάσαι, ἐνενόησαν μὲν τά τε δένδρα κόψαι καὶ τὸ χωρίον πᾶν ψιλῶσαι, ὅπως καὶ θαρσούντως καὶ ἀσφαλῶς τῇ πόλει προσμίξωσι, μὴ δυνηθέντες δέ (ὅ τε γὰρ πόνος πολὺς ἐγίγνετο καὶ ὁ χρόνος ἄλλως ἀναλοῦτο, ὅ τε Κάσσιος τοὺς ἀποσκεδαννυμένους σφῶν ἐλύπει) ἀπανέστησαν ὡς καὶ ἐπʼ ἄλλο τι ἐπιστρατεύσοντες. κἀν τούτῳ ὁ Κάσσιος ἔς τε τὴν ὁδὸν διʼ ἧς ἀποπορεύεσθαι ἔμελλον ἐλόχισε, κἀνταῦθα ἐπιφανείς σφισι μετʼ ὀλίγων ἔς τε δίωξιν αὐτοὺς ὑπηγάγετο, καὶ περιστοιχισάμενος ἄλλους τε καὶ τὸν Ὠσάκην ἀπέκτεινε. τελευτήσαντος δʼ ἐκείνου πᾶσαν τὴν Συρίαν ὁ Πάκορος ἐξέλιπε, καὶ οὐδʼ αὖθίς ποτε ἐς αὐτὴν ἐσέβαλεν.